Σάββατο, 27 Ιουλίου, 2024
25.9 C
Athens

Ευαγγέλιο και Απόστολος της Κυριακής 25 Φεβρουαρίου 2024

Εωθινό Ευαγγέλιο Κυριακής

Εωθινόν Α’ – Κατά Λουκά ΚΔ'(24) 12-35

ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.

Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ ῾Ιερουσαλήμ, ᾗ ὄνομα ᾿Εμμαούς.
καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ ᾿Ιησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς·
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί;
ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν ῾Ιερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ ᾿Ιησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ᾿Ισραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο.
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον,
καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται!
οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι·
καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν.
καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι.
καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

Ευαγγέλιο Κυριακής

Κατά Λουκά ΙΗ'(18) 10-14

ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·
νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Τα πιο πρόσφατα στη κατηγορία

Αγία Παρασκευή η Οσιομάρτυς – Γιορτή σήμερα 26 Ιουλίου

Τη μνήμη της Αγίας Παρασκευής τιμά σήμερα, 26 Ιουλίου, η Εκκλησία μας. Η Αγία Παρασκευή γεννήθηκε στη Ρώμη στα χρόνια του αυτοκράτορα Αντωνίνου (138...

Γέροντας Εφραίμ Αριζόνας: Ο αχάριστος άνθρωπος

Αν είχαμε μύρια στόματα ο καθένας, δεν θα ημπορούσαμε να Τον εξυμνήσουμε αξίως και πρεπόντως, έναντι των άπειρων Αυτού προς εμάς δωρεών!» Ο κάθε άνθρωπος...

23 Ιουλίου – Γιορτή σήμερα: Οσία Πελαγία η Τηνία

Τη μνήμη της Οσίας Πελαγίας της Τηνίας τιμά σήμερα, 23 Ιουλίου, η Εκκλησία μας. Η Πελαγία ήταν κόρη του παπά Νικηφόρου Νεγρεπόντη. Η μητέρα της...

Το Ευαγγέλιο της Κυριακής 21 Ιουλίου 2024

Ευαγγέλιο: ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 5 – 13 – 5 Εισελθόντι δε αυτώ εις Καπερναούμ προσήλθεν αυτώ εκατόνταρχος παρακαλών αυτόν και λέγων· 6 Κύριε, ο...

Παρακλητικός Κανών τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην

ΠΡΟΦΗΤΗΣ ΗΛΙΑΣ – Ευλογήσαντος του ιερέως αρχόμεθα αναγινώσκοντες τον ΡΜΒ΄ (142) Ψαλμόν. Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου,...

Προφήτης Ηλίας – Γιορτή σήμερα 20 Ιουλίου

Τη μνήμη του Αγίου Προφήτου Ηλία του Θεσβίτου τιμά σήμερα, 20 Ιουλίου, η Εκκλησία μας. Μέσα στη χορεία των Προφητών της Παλαιάς Διαθήκης ξεχωριστή...

Μερικές συμβουλές για την κατάθλιψη από γέροντες του Αγίου Ορους

– Η κατάθλιψη είναι μια σοβαρή κατάσταση ψυχικής υγείας που απαιτεί προσεκτική αντιμετώπιση και κατάλληλη θεραπεία. Εκτός από την ιατρική και ψυχολογική βοήθεια, σημαντικά οφέλη...

Βρείτε μας

7,826ΥποστηρικτέςΚάντε Like
133ΑκόλουθοιΑκολουθήστε
1,245ΑκόλουθοιΑκολουθήστε

Λαϊκό Θέατρο Σκιών

Τα νέα και τα βίντεο του Καραγκιόζη

Διαβάστε Επίσης

Το Ευαγγέλιο της Κυριακής 14 Ιουλίου 2024 

Ευαγγέλιο: ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ε´ 14 – 19 – 14 Υμείς εστε το φως του...

Το Ευαγγέλιο της Κυριακής 9 Ιουνίου 2024

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Θ´ 1 – 38 – 1 Και παράγων είδεν άνθρωπον τυφλόν εκ...

Το Ευαγγέλιο της Κυριακής 26 Μαΐου 2024

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ε´ 1 – 15 – 1 Μετά ταύτα ην η εορτή των...

Ευαγγέλιο Κυριακής των Μυροφόρων 19 Μαΐου 2024

Ευαγγέλιο Κυριακής, Κατά Μάρκο ΙΕ'(15) 43-47 ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ...