Σάββατο, 4 Μαΐου, 2024
17.9 C
Athens

Ευαγγέλιο Κυριακής 21 Απριλίου 24

Εωθινό Ευαγγέλιο Κυριακής

Εωθινόν Β’ – Κατά Μάρκο ΙΣΤ'(16) 1-8

Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.
καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
ἀλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γά

Ευαγγέλιο Κυριακής

Κατά Μάρκο Ι'(10) 32-45

῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ ᾿Ιησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι,
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν.
ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν;
οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου.
ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται.
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ᾿Ιακώβου καὶ ᾿Ιωάννου.
ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν·
οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος·
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Τα πιο πρόσφατα στη κατηγορία

Η Μεγάλη Παρασκευή – Τα Θεία Πάθη

Το πρωί της Μεγάλης Παρασκευής γίνεται ο στολισμός του Επιταφίου στις εκκλησίες. Αρχικά ψάλλονται οι Μεγάλες Ώρες, που περιέχουν ψαλμούς, τροπάρια, Αποστόλους, Ευαγγέλια και...

Μεγάλη Πέμπτη: Η κορύφωση του Θείου Δράματος – Ο Μυστικός Δείπνος και η Σταύρωση

Την κορύφωση του Θείου Δράματος με την αναπαράσταση του σταυρικού Μαρτυρίου του Ιησού Χριστού βιώνουν στην εκκλησία οι πιστοί τη Μεγάλη Πέμπτη. Σύμφωνα με...

Μεγάλη Τρίτη: Το τροπάριο της Κασσιανής και η παραβολή των “Δέκα Παρθένων”

Η Ορθόδοξη Εκκλησία θυμάται σήμερα τη δριμύτατη καταγγελία του Ιησού κατά των θρησκευτικών αρχηγών του Ισραήλ, αλλά και τη γνωστή παραβολή των δέκα Παρθένων. Με...

Μεγάλη Δευτέρα: Η αρχή της Εβδομάδας των Παθών – Η ακολουθία του Νυμφίου

Μεγάλη Δευτέρα σήμερα. Την επόμενη μέρα από την Κυριακή των Βαΐων, η Ορθόδοξη Εκκλησία τιμά τη μνήμη του «Παγκάλου» Ιωσήφ, γιου του Ιακώβ, που...

Πόντιος Πιλάτος: Το συγκλονιστικό χειρόγραφο που έστειλε τον Ιησού στη σταύρωση

Το συγκλονιστικό αυτό έγγραφο, το οποίο υπέγραψε ο Πόντιος Πιλάτος για την απόφαση της Σταύρωσης του Ιησού Χριστού παρέμεινε μέχρι το 1309 μ..Χ. τελείως...

Ευαγγέλιο 28 Απριλίου 2024 – Κυριακή των Βαΐων

Ευαγγέλιο Κυριακής, Κατά Ιωάννη ΙΒ'(12) 1-18 Ὁ οὖν ᾿Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ...

Το Ευαγγέλιο της Κυριακής 17 Απριλίου 2022 – Κυριακή των Βαΐων

Ευαγγέλιο: ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΒ/ 1 – 18 – 1 Ο ούν Ιησούς πρό έξ ημερών τού πάσχα ήλθεν εις Βηθανίαν, όπου ήν Λάζαρος ο...

Βρείτε μας

7,826ΥποστηρικτέςΚάντε Like
133ΑκόλουθοιΑκολουθήστε
1,245ΑκόλουθοιΑκολουθήστε

Λαϊκό Θέατρο Σκιών

Τα νέα και τα βίντεο του Καραγκιόζη

Διαβάστε Επίσης

Ευαγγέλιο 28 Απριλίου 2024 – Κυριακή των Βαΐων

Ευαγγέλιο Κυριακής, Κατά Ιωάννη ΙΒ'(12) 1-18 Ὁ οὖν ᾿Ιησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν...

Το Ευαγγέλιο της Κυριακής 17 Απριλίου 2022 – Κυριακή των Βαΐων

Ευαγγέλιο: ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΒ/ 1 – 18 – 1 Ο ούν Ιησούς πρό έξ...

Ευαγγέλιο της Κυριακής 14 Απριλίου 2024

Εωθινό Ευαγγέλιο Κυριακής Εωθινόν Α’ – Κατά Ματθαίο ΚΗ'(28) 16-20 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς...

Το Ευαγγέλιο της Κυριακής 7 Μαρτίου 2024

– Σταυροπροσκυνήσεως (Γ΄ Κυριακή των Νηστειών) Ευαγγ. Ανάγνωσμα– η θεραπεία του παραλυτικού της Καπερναούμ (ΚΑΤΑ ΜΑΡΚΟΝ Η´ 34...